| Title | History of the Peloponnesian War |
| Author | Thucydides |
| Date | 5th Cen.B.C. |
| Original text |
ὁ δὲ προκαλεσάμενος ἐς λόγους Ἱππίαν τῶν ἐν τῷ διατειχίσματι Ἀρκάδων ἄρχοντα,
ὥστε, ἢν μηδὲν ἀρέσκον λέγῃ, πάλιν αὐτὸν καταστήσειν ἐς τὸ τεῖχος σῶν καὶ ὑγιᾶ,
ὁ μὲν ἐξῆλθε παρ’ αὐτόν, ὁ δ’ ἐκεῖνον μὲν ἐν φυλακῇ ἀδέσμῳ εἶχεν, αὐτὸς δὲ
προσβαλὼν τῷ τειχίσματι ἐξαπιναίως καὶ οὐ προσδεχομένων αἱρεῖ, τούς τε Ἀρκάδας
καὶ τῶν βαρβάρων ὅσοι ἐνῆσαν διαφθείρει·καὶ τὸν Ἱππίαν ὕστερον ἐσαγαγὼν ὥσπερ
ἐσπείσατο, ἐπειδὴ ἔνδον ἦν, ξυλλαμβάνει καὶ κατατοξεύει. Κολοφωνίοις δὲ Νότιον
παραδίδωσι πλὴν τῶν μηδισάντων. καὶ ὕστερον Ἀθηναῖοι οἰκιστὰς πέμψαντες κατὰ
τοὺς ἑαυτῶν νόμους κατῴκισαν τὸ Νότιον…
|
| Source |
K. Hude, Thucydides Historiae, 2 Bde, Leipzig : Teubner, 1913-25 (Bücher
1-2 überarbeitet von O. Luschnat, 1960).
|
| Source of translation | Thukydides. Geschichte des Peloponnesischen Krieges, übers. von G.P.
Landmann, 2 Bde, München 1993. |
| Quality | Historical |
| Editor | Margit Linder |
| Permalink | http://gams.uni-graz.at/o:via.31 |