Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 17,460-467

TitleOdyssey
AuthorHomerus
Date8th Cen.B.C.
Original text νῦν δή σ’ οὐκέτι καλὰ διὲκ μεγάροιο ὀΐω ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.” ὣς ἄρ’ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον πρυμνότατον κατὰ νῶτον. ὁ δ’ ἐστάθη ἠΰτε πέτρη ἔμπεδον, οὐδ’ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο, ἀλλ’ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. ἂψ δ’ ὅ γ’ ἐπ’ οὐδὸν ἰὼν κατ’ ἄρ’ ἕζετο, κὰδ δ’ ἄρα πήρην θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
Source R. Hampe, Homer. Odyssee, Griechisch/Deutsch, Stuttgart 1979
Qualitymythical
EditorChristian Kriegl, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2611