Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 17,229-238

TitleOdyssey
AuthorHomerus
Date8th Cen.B.C.
Original text ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κ’ ἔλθῃ πρὸς δώματ’ Ὀδυσσῆος θείοιο, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.” ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν ἰσχίῳ οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, ἀλλ’ ἔμεν’ ἀσφαλέως. ὁ δὲ μερμήριξεν Ὀδυσσεύς, ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας·ἀλλ’ ἐπετόλμησε, φρεσὶ δ’ ἔσχετο.
Source R. Hampe, Homer. Odyssee, Griechisch/Deutsch, Stuttgart 1979
Qualitymythical
EditorChristian Kriegl, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2608