Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 22,79-88

TitleOdyssey
AuthorHomerus
Date8th Cen.B.C.
Original text ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ’ ἐπ’ αὐτῷ σμερδαλέα ἰάχων· ὁ δ’ ἁμαρτὴ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροΐει, βάλε δὲ στῆθος παρὰ μαζόν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος. ἐκ δ’ ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ κάππεσεν ἰδνωθείς, ἀπὸ δ’ εἴδατα χεῦεν ἔραζε καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίνασσε· κατ’ ὀφθαλμῶν δ’ ἔχυτ’ ἀχλύς.
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorMarie-Therese Mocnik, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2586