| Original text |
αὐτὰρ ἐπεὶ δὴ πᾶν μέγαρον διεκοσμήσαντο, δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,
μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ’ ἀγορεύειν “μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ’ ὀνείδεα χεῦαν μητέρι θ’ ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον.”
ὣς ἄρ’ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,
ὑψόσ’ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο. ὡς δ’ ὅτ’ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι
ἕρκει ἐνιπλήξωσι, τό θ’ ἑστήκῃ ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δ’ ὑπεδέξατο κοῖτος,
ὣς αἵ γ’ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν. ἤσπαιρον
δὲ πόδεσσι μίνυνθά περ, οὔ τι μάλα δήν.
|