Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 22,374-389

TitleOdyssey
AuthorHomerus
Date8th Cen.B.C.
Original text ἀλλ’ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός, ὄφρ’ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.” ὣς φάτο, τὼ δ’ ἔξω βήτην μεγάροιο κιόντε· ἑζέσθην δ’ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν, πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί. πάπτηνεν δ’ Ὀδυσεὺς καθ’ ἑὸν δόμον, εἴ τις ἔτ’ ἀνδρῶν ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτεῶτας πολλούς, ὥς τ’ ἰχθύας, οὕς θ’ ἁλιῆες κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ οἱ δέ τε πάντες κύμαθ’ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται τῶν μέν τ’ ἠέλιος φαέθων ἐξείλετο θυμόν· ὣς τότ’ ἄρα μνηστῆρες ἐπ’ ἀλλήλοισι κέχυντο.
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorMarie-Therese Mocnik, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2582