| Title | Odyssey |
| Author | Homerus |
| Date | 8th Cen.B.C. |
| Original text |
εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, σοὶ δ’ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·
τῶ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.” ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
κείμενον, ὅ ῥ’ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε κτεινόμενος τῷ τόν γε κατ’ αὐχένα μέσσον ἔλασσε·
φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
|
| Source |
R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
|
| Quality | mythical |
| Editor | Marie-Therese Mocnik, Margit Offenmüller |
| Permalink | http://gams.uni-graz.at/o:via.2580 |