Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 22,281-309

TitleOdyssey
AuthorHomerus
Date8th Cen.B.C.
Original text τοὶ δ’ αὖτ’ ἀμφ’ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα. ἔνθ’ αὖτ’ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·Κτήσιππον δ’ ἄρ’ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα· “ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσι μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ’ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ’ ἀλητεύοντι.” ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ·Τηλέμαχος δ’ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·ἤριπε δὲ πρηνής, χθόνα δ’ ἤλασε παντὶ μετώπῳ. δὴ τότ’ Ἀθηναίη φθισίμβροτον αἰγίδ’ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν. οἱ δ’ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·τὰς μέν τ’ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ’ ἤματα μακρὰ πέλονται·οἱ δ’ ὥς τ’ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχῆλαι ἐξ ὀρέων ἐλθόντες ἐπ’ ὀρνίθεσσι θόρωσι. ταὶ μέν τ’ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίνεται οὐδὲ φυγή· χαίρουσι δέ τ’ ἀνέρες ἄγρῃ· ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτ’ ἀεικὴς κράτων τυπτομένων, δάπεδον δ’ ἅπαν αἵματι θῦεν.
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorMarie-Therese Mocnik, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2579