Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 22,272-280

TitleOdyssey
AuthorHomerus
Date8th Cen.B.C.
Original text αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· ἄλλου δ’ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. Ἀμφιμέδων δ’ ἄρα Τηλέμαχον βάλε χεῖρ’ ἐπὶ καρπῷ λίγδην, ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκός. Κτήσιππος δ’ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψε· τὸ δ’ ὑπέρπτατο, πῖπτε δ’ ἔραζε.
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorMarie-Therese Mocnik, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2578