Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 22,260-271

TitleOdyssey
AuthorHomerus
Date8th Cen.B.C.
Original text αὐτὰρ ἐπεὶ δὴ δούρατ’ ἀλεύαντο μνηστήρων, τοῖσ’ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· “ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.” ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς, Εὐρυάδην δ’ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης, Πείσανδρον δ’ ἄρ’ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ. οἱ μὲν ἔπειθ’ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας, μνηστῆρες δ’ ἀνεχώρησαν μεγάροιο μυχόνδε·τοὶ δ’ ἄρ’ ἐπήϊξαν, νεκύων δ’ ἐξ ἔγχε’ ἕλοντο.
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorMarie-Therese Mocnik, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2577