| Original text |
ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
οἱ δ’ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι. τῶ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
ἀλλ’ ἄγεθ’ οἱ ἓξ πρῶτον ἀκοντίσατ’, αἴ κέ ποθι Ζεὺς δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
τῶν δ’ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.” ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκόντισαν, ὡς ἐκέλευεν,
ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·ἄλλου δ’ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
|