| Original text |
ὣς φάτ’, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον, νείκεσσεν δ’ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
“οὐκέτι σοί γ’, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή, οἵη ὅτ’ ἀμφ’ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ
εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, πολλοὺς δ’ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
σῇ δ’ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. πῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαθ’ ἱκάνεις,
ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλ’ ἄγε δεῦρο, πέπον, παρ’ ἔμ’ ἵστασο καὶ ἴδε ἔργον,
ὄφρ’ εἰδῇς, οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσι Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.”
ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην, ἀλλ’ ἔτ’ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
ἠμὲν Ὀδυσσῆος ἠδ’ υἱοῦ κυδαλίμοιο.
|