Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 22,182-202

TitleOdyssey
AuthorHomerus
Date8th Cen.B.C.
Original text εὖθ’ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, τῇ δ’ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· δὴ τότε γ’ ἤδη κεῖτο, ῥαφαὶ δ’ ἐλέλυντο ἱμάντων·τὼ δ’ ἄρ’ ἐπαΐξανθ’ ἑλέτην ἔρυσάν τέ μιν εἴσω κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ, σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ εὖ μάλ’ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν [υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·] σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε κίον’ ἀν’ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι. τὸν δ’ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα· “νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·οὐδὲ σέ γ’ ἠριγένεια παρ’ Ὠκεανοῖο ῥοάων λήσει ἀνερχομένη χρυσόθρονος, ἡνίκ’ ἀγινεῖς αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.” ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·τὼ δ’ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν, βήτην εἰς Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorMarie-Therese Mocnik, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2573