| Original text |
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ’ αὐτῆς.
ἡ δ’ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε κεκληγὼς ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων.
ἱστοῦ δὲ προτόνους ἔρρηξ’ ἀνέμοιο θύελλα ἀμφοτέρους, ἱστὸς δ’ ὀπίσω πέσεν, ὅπλα τε πάντα
εἰς ἄντλον κατέχυνθ’· ὁ δ’ ἄρα πρυμνῇ ἐνὶ νηῒ πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ’ ὀστέ’ ἄραξε
πάντ’ ἄμυδις κεφαλῆς· ὁ δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς κάππεσ’ ἀπ’ ἰκριόφιν, λίπε δ’ ὀστέα θυμὸς ἀγήνωρ.
Ζεὺς δ’ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·ἡ δ’ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
ἐν δὲ θεείου πλῆτο· πέσον δ’ ἐκ νηὸς ἑταῖροι. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο, θεὸς δ’ ἀποαίνυτο νόστον.
|