Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 9,382-399

TitleOdyssey
AuthorHomerus
Date7th Cen.B.C.
Original text οἱ μὲν μοχλὸν ἑλόντες ἐλάϊνον, ὀξὺν ἐπ’ ἄκρῳ, ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δ’ ἐφύπερθεν ἐρεισθεὶς δίνεον […]. ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες δινέομεν, τὸν δ’ αἷμα περίρρεε θερμὸν ἐόντα. πάντα δέ οἱ βλέφαρ’ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀϋτμὴ γλήνης καιομένης· σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι. […]ὡς δ’ ὅτ’ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν·ὣς τοῦ σίζ’ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. σμερδαλέον δὲ μέγ’ ᾤμωξεν, περὶ δ’ ἴαχε πέτρη, ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ’. αὐτὰρ ὁ μοχλὸν ἐξέρυσ’ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ. τὸν μὲν ἔπειτ’ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων, αὐτὰρ ὁ Κύκλωπας μεγάλ’ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς ᾤκεον ἐν σπήεσσι δι’ ἄκριας ἠνεμοέσσας.
Source R.Hampe, Homer, Odyssee, Stuttgart 2012
Qualitymythical
EditorJan Lackner, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2560