| Title | Odyssey |
| Author | Homerus |
| Date | 7th Cen.B.C. |
| Original text |
αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν ἀνδρόμεα κρέ’ ἔδων καὶ ἐπ’ ἄκρητον γάλα πίνων,
κεῖτ’ ἔντοσθ’ ἄντροιο τανυσσάμενος διὰ μήλων. τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
ἄσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
χείρ’ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν. αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθ’ αἰπὺν ὄλεθρον·
|
| Source |
R.Hampe, Homer, Odyssee, Stuttgart 2012
|
| Quality | mythical |
| Editor | Jan Lackner, Margit Offenmüller |
| Permalink | http://gams.uni-graz.at/o:via.2557 |