| Title | Odyssey |
| Author | Homerus |
| Date | 7th Cen.B.C. |
| Original text |
αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.’ ὣς ἐφάμην, ὁ δέ μ’ οὐδὲν ἀμείβετο νηλέϊ θυμῷ,
ἀλλ’ ὅ γ’ ἀναΐξας ἑτάροισ’ ἐπὶ χεῖρας ἴαλλε, σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
κόπτ’· ἐκ δ’ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὁπλίσσατο δόρπον·
ἤσθιε δ’ ὥς τε λέων ὀρεσίτροφος, οὐδ’ ἀπέλειπεν, ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
|
| Source |
R.Hampe, Homer, Odyssee, Stuttgart 2012
|
| Quality | mythical |
| Editor | Jan Lackner, Margit Offenmüller |
| Permalink | http://gams.uni-graz.at/o:via.2556 |