Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 24,521-530

TitleOdyssey
AuthorHomerus
Date7th Cen.B.C.
Original text εὐξάμενος δ’ ἄρ’ ἔπειτα Διὸς κούρῃ μεγάλοιο, αἶψα μάλ’ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου. ἡ δ’ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. ἐν δ’ ἔπεσον προμάχοισ’ Ὀδυσεὺς καὶ φαίδιμος υἱός, τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. καί νύ κε δὴ πάντας ὄλεσαν καὶ θῆκαν ἀνόστους, εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, ἤϋσεν φωνῇ, κατὰ δ’ ἔσχεθε λαὸν ἅπαντα·
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorKatharina Hell, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2543