Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 24,427-434

TitleOdyssey
AuthorHomerus
Date7th Cen.B.C.
Original text τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δ’ ὤλεσε λαούς, τοὺς δ’ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ’ ἀρίστους. ἀλλ’ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί, ἴομεν· ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ’ αἰεί. λώβη γὰρ τάδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας τεισόμεθ’·
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorKatharina Hell, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2541