Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 18,78-89

TitleOdyssey
AuthorHomerus
Date7th Cen.B.C.
Original text ἀλλ’ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κέν σ’ οὗτος νικήσῃ κρείσσων τε γένηται, πέμψω σ’ ἤπειρόνδε, βαλὼν ἐν νηῒ μελαίνῃ, εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, ὅς κ’ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ μήδεά τ’ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.” ὣς φάτο, τῷ δ’ ἔτι μᾶλλον ὑπὸ τρόμος ἤλυθε γυῖα. ἐς μέσσον δ’ ἄναγον· τὼ δ’ ἄμφω χεῖρας ἀνέσχον.
Source R.Hampe, Homer, Odyssee, Stuttgart 2012
Qualitymythical
EditorJan Lackner, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2509