| Title | Odyssey |
| Author | Homerus |
| Date | 7th Cen.B.C. |
| Original text |
οὐκ ἔσθ’ οὗτος ἀνὴρ οὐδ’ ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ, σῷ υἱέϊ, χεῖρας ἐποίσει
ζώοντός γ’ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν χείρεσσιν ἔθηκεν ἐπέσχε τε οἶνον ἐρυθρόν.
|
| Source |
R.Hampe, Homer, Odyssee, Stuttgart 2012
|
| Quality | mythical |
| Editor | Jan Lackner, Margit Offenmüller |
| Permalink | http://gams.uni-graz.at/o:via.2507 |