Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hom.Od. 14,216-221

TitleOdyssey
AuthorHomerus
Date7th Cen.B.C.
Original text ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσι.
Source R.Hampe, Homer. Odyssee, griech./dt., Stuttgart 2010
Qualitymythical
EditorBettina Blaha, Margit Offenmüller
Permalinkhttp://gams.uni-graz.at/o:via.2491