| Original text |
“πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ, τηλοῦ ὑπὲρ πόντου· νῦν δ’ εἰλήλουθα καὶ αὐτὸς
χρήμασι σὺν τοίσδεσσι· λιπὼν δ’ ἔτι παισὶ τοσαῦτα φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης Τρωϊάδος, τῆς εἵνεκ’ ἐγὼ πάθον ἄλγεα θυμῷ,
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκ’ ἄρ’ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
δήμῳ ἔνι Τρώων, ἀλλ’ ἄλλων ἦρχον ἑταίρων. τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·νὺξ δὲ μάλα δνοφερὴ κάτεχ’ οὐρανόν, οὐδέ τις ἥμεας
ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, […]“
|