Title | Athenaion Politeia |
Author | Aristotle |
Date | 4th Cen.B.C. |
Original text |
Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ, συνοικήσαντος δὲ Ἴωνος αὐτοῖς, τότε πρῶτον Ἴωνες ἐκλήθησαν. Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς. καὶ διετέλουν οὗτοι στασιάζοντες. Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τούτους ἐπ’ ἴσῃ καὶ ὁμοίᾳ μοίρᾳ. οὗτος ἐλθὼν εἰς Σκῦρον ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, φοβηθέντος μὴ σφετερίσηται τὴν νῆσον. Ἀθηναῖοι δὲ ὕστερον περὶ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὀστᾶ.
|
Source |
M. R. Dilts, Heraclidis Lembi excerpta politiarum.
|
Source of translation | M. Hose, Aristoteles: Die historischen Fragmente, Bd. 20/III. |
Instances | Plu. Cim. 8,3-5; Hdt. 1,67,2-3; D.S. 9 fr. 36,2-3 |
Descriptor | Ion, eponym hero, legitimation of supremacy |
Coverage | Athens, Skyros |
Ethnic Groups | Ionians |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.95 |