Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Pl. Euthd. 302b-d

TitleEuthydemus
AuthorPlato
Date4th Cen.B.C.
Original text Καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος, Εἰπέ μοι, ἔφη, ὦ Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος; — Καὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν, ἄπορόν τινα στροφὴν ἔφευγόν τε καὶ ἐστρεφόμην ἤδη ὥσπερ ἐν δικτύῳ εἰλημμένος· Οὐκ ἔστιν, ἦν δ’ ἐγώ, ὦ Διονυσόδωρε. — Ταλαίπωρος ἄρα τις σύ γε ἄνθρωπος εἶ καὶ οὐδὲ Ἀθηναῖος, ᾧ μήτε θεοὶ πατρῷοί εἰσιν μήτε ἱερὰ μήτε ἄλλο μηδὲν καλὸν καὶ ἀγαθόν. — Ἔα, ἦν δ’ ἐγώ, ὦ Διονυσόδωρε, εὐφήμει τε καὶ μὴ χαλεπῶς με προδίδασκε. ἔστι γὰρ ἔμοιγε καὶ βωμοὶ καὶ ἱερὰ οἰκεῖα καὶ πατρῷα καὶ τὰ ἄλλα ὅσαπερ τοῖς ἄλλοις Ἀθηναίοις τῶν τοιούτων. — Εἶτα τοῖς ἄλλοις, ἔφη, Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος; — Οὐκ ἔστιν, ἦν δ’ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, — Οὐκ ἔστιν, ἦν δ’ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, οὔθ’ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθ’ ἡμῖν, ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν· Ζεὺς δ’ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.
Source J. Burnet, Platonis opera, Bd. 3.
Source of translationF. Schleiermacher, Platon: Werke, Bd. 2.
InstancesE. Ion 74, 1581-1588
DescriptorIon, sanctuary, eponym hero, cult
CoverageAthens
Ethnic GroupsIonians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.400