Title | The Histories |
Author | Herodotus |
Date | 5th Cen.B.C. |
Original text |
Ἱστορέων δὲ εὕρισκε Λακεδαιμονίους τε καὶ Ἀθηναίους προέχοντας, τοὺς μὲν τοῦ Δωρικοῦ γένεος, τοὺς δὲ τοῦ Ἰωνικοῦ. Ταῦτα γὰρ ἦν τὰ προκεκριμένα, ἐόντα τὸ ἀρχαῖον τὸ μὲν Πελασγικόν, τὸ δὲ Ἑλληνικὸν ἔθνος. Καὶ τὸ μὲν οὐδαμῇ κω ἐξεχώρησε, τὸ δὲ πολυπλάνητον κάρτα. Ἐπὶ μὲν γὰρ Δευκαλίωνος βασιλέος οἴκεε γῆν τὴν φθιῶτιν, ἐπὶ δὲ Δώρου τοῦ Ἕλληνος τὴν ὑπὸ τὴν Ὄσσαν τε καὶ τὸν Ὄλυμπον χώρην, καλεομένην δὲ Ἱστιαιῶτιν· ἐκ δὲ τῆς Ἱστιαιώτιδος ὡς ἐξανέστη ὑπὸ Καδμείων, οἴκεε ἐν Πίνδῳ, Μακεδνὸν καλεόμενον· ἐνθεῦτεν δὲ αὖτις ἐς τὴν Δρυοπίδα μετέβη, καὶ ἐκ τῆς Δρυοπίδος οὕτως ἐς Πελοπόννησον ἐλθὸν Δωρικὸν ἐκλήθη.
|
Source |
Ph.-E. Legrand, Hérodote. Histoires, Buch I.
|
Source of translation | J. Feix, Herodot: Historien, Bd. 1, Buch I-V. |
Instances | cf. D.S. 4,37,3-4Hestiaiotis as primordial home of the Dorians
; D.S.58,6; Isocr. 4,24Atheneians as indigens
; Isocr. 8,49; Isocr. 12,124-125; Thuc. 1,2,3-6; Plat. Menex. 237b-c; Pl. Menex. 239a; Hdt. 7,95,1Ionians as Pelasgians
|
Descriptor | Doros, eponym hero, settlement history, autochthony |
Coverage | Athens, Phthiotis, Hestiaeotis, Makednon, Dryopis, Peloponnese |
Ethnic Groups | Dorians, Ionians |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.393 |