Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

D.S. 5,81,1-5

TitleBibliotheca historica
AuthorDiodorus Siculus
Date1st Cen.B.C.
Original text ταύτην γὰρ τὴν νῆσον τὸ παλαιὸν ᾤκησε πλείω γένη, πολλῶν μεταναστάσεων ἐν αὐτῇ γενομένων. ἐρήμου γὰρ οὔσης αὐτῆς πρώτους Πελασγοὺς κατασχεῖν αὐτὴν τοιῷδέ τινι τρόπῳ. Ξάνθος ὁ Τριόπου τῶν ἐξ Ἄργους Πελασγῶν βασιλεύων, καὶ κατασχὼν μέρος τι τῆς Λυκίας χώρας, τὸ μὲν πρῶτον ἐν αὐτῇ κατοικῶν ἐβασίλευε τῶν συνακολουθησάντων Πελασγῶν, ὕστερον δὲ περαιωθεὶς εἰς τὴν Λέσβον οὖσαν ἔρημον τὴν μὲν χώραν τοῖς λαοῖς ἐμέρισε, τὴν δὲ νῆσον ἀπὸ τῶν κατοικούντων αὐτὴν Πελασγίαν ὠνόμασε, τὸ πρὸ τοῦ καλουμένην Ἴσσαν. […] μετὰ δὲ ταῦτα Μακαρεὺς εἰς αὐτὴν ἀφικόμενος, καὶ τὸ κάλλος τῆς χώρας κατανοήσας, κατῴκησεν αὐτήν. ἦν δ’ ὁ Μακαρεὺς υἱὸς μὲν Κρινάκου τοῦ Διός, ὥς φησιν Ἡσίοδος καὶ ἄλλοι τινὲς τῶν ποιητῶν, κατοικῶν δ’ ἐν Ὠλένῳ τῆς τότε μὲν Ἰάδος, νῦν δ’ Ἀχαΐας καλουμένης. εἶχε δὲ λαοὺς ἠθροισμένους, τοὺς μὲν Ἴωνας, τοὺς δ’ ἐξ ἄλλων ἐθνῶν παντοδαπῶν συνερρυηκότας. καὶ τὸ μὲν πρῶτον τὴν Λέσβον κατῴκησε, μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον αὐξόμενος διά τε τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν ἰδίαν ἐπιείκειάν τε καὶ δικαιοσύνην τὰς σύνεγγυς νήσους κατεκτᾶτο, καὶ διεμέριζε τὴν χώραν ἔρημον οὖσαν.
Source F. Vogel (nach I. Bekker, L. Dindorf), Diodori bibliotheca historica, Bd. 2, Buch V-XII.
Source of translationG. Wirth, O. Veh, Diodoros: Griechische Weltgeschichte, Bd. 1/II, Buch I-X.
InstancesHom. Il. 24,544; Hygin. Fab. 145; Schol. Eur. Or. 932
Descriptorsettlement history
CoverageLesbos
Ethnic GroupsPelasgians, Ionians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.391