Title | Geography |
Author | Strabo |
Date | 1st Cen.B.C.-1st Cen.A.D. |
Original text |
Τὸ παλαιὸν μὲν οὖν Ἴωνες εἶχον τὴν χώραν ταύ-
την οἵπερ καὶ τὴν Ἀττικήν, οὔπω τῶν Μεγάρων ἐκτι-
σμένων· διόπερ οὐδ’ ὁ ποιητὴς μέμνηται τῶν τόπων
τούτων ἰδίως, ἀλλ’ Ἀθηναίους καλῶν τοὺς ἐν τῇ Ἀτ-
τικῇ πάντας συμπεριείληφε καὶ τούτους τῷ κοινῷ ὀνό-
ματι Ἀθηναίους νομίζων, ὡς ὅταν φῇ ἐν τῷ καταλό-
γῳ „οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον, ἐυκτίμενον πτολίεθρον“
δέχεσθαι δεῖ καὶ τοὺς νῦν Μεγαρέας, ὡς καὶ τούτους
μετασχόντας τῆς στρατείας. σημεῖον δέ· ἡ γὰρ Ἀττικὴ
τὸ παλαιὸν Ἰωνία καὶ Ἰὰς ἐκαλεῖτο, καὶ ὁ ποιητὴς ὅταν
φῇ „ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες“ τοὺς Ἀθηναίους
λέγει· ταύτης δ’ ἦν μερὶς καὶ ἡ Μεγαρίς.
|
Source |
S. Radt, Strabons Geographika, Bd. 3, Buch IX-XIII.
|
Source of translation | S. Radt, Strabons Geographika, Bd. 3, Buch IX-XIII. |
Instances | Str. 14,2,6; Str. 8,1,2; Str. 9,1,7; Paus. 1,39,4f. |
Descriptor | Settlement history |
Coverage | Megara |
Ethnic Groups | Ionians |
Editor | Margit Offenmüller |
Permalink | https://gams.uni-graz.at/o:ethnos.357 |