Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Str. 8,3,17 = 345,1 ff.

TitleGeography
AuthorStrabo
Date1st Cen.B.C.-1st Cen.A.D.
Original text Πλείους δ’ εἰσὶ λόγοι περὶ τῶν Καυκώνων· καὶ γὰρ Ἀρκαδικὸν ἔθνος φασί, καθάπερ τὸ Πελασγικόν, καὶ πλανητικὸν ἄλλως, ὥσπερ ἐκεῖνο. ἱστορεῖ γοῦν ὁ ποιητὴς καὶ τοῖς Τρωσὶν ἀφιγμένους συμμάχους, πό- θεν δ’ οὐ λέγει· δοκοῦσι δ’ ἐκ Παφλαγονίας· ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινὰς Μαριανδυνοῖς ὁμό- ρους, οἳ καὶ αὐτοὶ Παφλαγόνες εἰσί. μνησθησόμεθα δ’ αὐτῶν ἐπὶ πλέον, ὅταν εἰς ἐκεῖνον περιστῇ τὸν τό- πον ἡ γραφή. νυνὶ δὲ περὶ τῶν ἐν τῇ Τριφυλίᾳ Καυ- κώνων ἔτι καὶ ταῦτα προσιστορητέον. οἱ μὲν γὰρ καὶ ὅλην τὴν νῦν Ἠλείαν ἀπὸ τῆς Μεσσηνίας μέχρι Δύ- μης Καυκωνίαν λεχθῆναί φασιν· Ἀντίμαχος γοῦν καὶ Ἐπειοὺς καὶ Καύκωνας ἅπαντας προσαγορεύει. τινὲς δὲ ὅλην μὲν μὴ κατασχεῖν αὐτούς, δίχα δὲ μεμερι- σμένους οἰκεῖν, τοὺς μὲν πρὸς τῇ Μεσσηνίᾳ κατὰ τὴν Τριφυλίαν τοὺς δὲ πρὸς τῇ Δύμῃ κατὰ τὴν Βου- πρασίδα καὶ τὴν κοίλην Ἦλιν· Ἀριστοτέλης δ’ ἐνταῦ- θα μάλιστα οἶδεν ἱδρυμένους αὐτούς. καὶ δὴ τοῖς ὑφ’ Ὁμήρου λεγομένοις ὁμολογεῖ μᾶλλον ἡ ὑστάτη ἀπόφα- σις, τό τε ζητούμενον πρότερον λαμβάνει λύσιν. ὁ μὲν γὰρ Νέστωρ ὑπόκειται τὸν Τριφυλιακὸν οἰκῶν Πύ- λον, τά τε πρὸς νότον καὶ τὰ ἑωθινά (ταῦτα δ’ ἐστὶ τὰ συγκυροῦντα πρὸς τὴν Μεσσηνίαν καὶ τὴν Λακωνι- κήν) ὑπ’ ἐκείνῳ ἐστίν, ἔχουσι δ’ οἱ Καύκωνες, ὥστε τοῖς ἀπὸ τοῦ Πύλου βαδίζουσιν εἰς Λακεδαίμονα ἀνάγ- κη διὰ Καυκώνων εἶναι τὴν ὁδόν. τὸ δὲ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος καὶ ὁ κατ’ αὐτὸ ὅρμος, εἰς ὃν κα- τήχθη Τηλέμαχος, πρὸς δύσιν καὶ πρὸς ἄρκτον ἀπο- νεύει. εἰ μὲν τοίνυν οἱ Καύκωνες ἐνταῦθα μόνον οἰ- κοῦσιν, οὐ σώζεται τῷ ποιητῇ ὁ λόγος.
Source S. Radt, Strabons Geographika, Bd. 2, Buch V-VIII.
Source of translationS. Radt, Strabons Geographika, Bd. 2, Buch V-VIII.
InstancesHom. Il. 2,615-619; Str. 8,3,11; Str. 8,3,3; Str. 12,3,5; Arist. fr. 8,639(Rose); Arist. fr. 8,493(Rose)
DescriptorSettlement history, tribal name
CoverageTriphylia
Ethnic GroupsCaucones
EditorMargit Offenmüller
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.347