Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Ath. 10,11 f. = 417b-418d

TitleDeipnosophistae
AuthorAthenaeus
Date2nd, 3rd Cen.A.D.
Original text καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμῳδεῖτο, ὡς τὸ Βοιωτόν. Εὔβουλος γοῦν ἐν Ἀντιόπῃ φησί (II 169 K) πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλ’ ἀνδρικοὶ καὶ καρτερεῖμεν, τοῖς δ’ Ἀθηναίοις λέγειν καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα. καὶ ἐν Εὐρώπῃ (p. 176) κτίζε Βοιωτῶν πόλιν, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας. καὶ ἐν Ἴωνι (p. 177) οὕτω σφόδρ’ ἐστὶ τοὺς τρόπους Βοιώτιος ὥστ’ οὐδὲ δειπνῶν, ὡς λέγουσ’, ἐμπίπλαται. ἐν δὲ Κέρκωψι (p. 181) μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ’ ὅλην τήν θ’ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν’ ἔχει ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷοὐκ ἔστι μεῖζον ἀγαθόν ὡς χεζητιῶν μακρὰν βαδίζων, πολλὰ δ’ ἐσθίων ἀνήρ, δάκνων τὰ χείλη παγγέλοιός ἐστ’ ἰδεῖν. ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα (p. 187)·σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον ... Δίφιλος δὲ ἐν Βοιωτίῳ (II 547 K) οἷος ἐσθίειν πρὸ ἡμέρας ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν. Μνησίμαχος Βουσίριδι (II 436 K) εἰμὶ γὰρ Βοιώτιος ὀλίγα μὲν λαλῶν, {Β.} δίκαια ταῦτα.
Source C. B. Gulick, Athenaeus. The Deipnosophists, Bd. 4, 9–10.
Source of translationC. Friedrich, Athenaios. Das Gelehrtenmahl,7-10.
InstancesAth. 2,28
DescriptorEating and drinking, mentality
CoverageBoeotia, Thessaly
Ethnic GroupsBoiotians, Thessalians
EditorMargit Offenmüller
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.337