Title | Bibliotheca |
Author | Apollodorus |
Date | 2nd Cen.B.C. |
Original text |
γίνονται δὲ ἐκ Πύρρας Δευκαλίωνι παῖδες Ἕλλην
μὲν πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι <ἔνιοι> λέγουσι,
<δεύτερος δὲ> Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας
τῆς Ἀττικῆς, θυγάτηρ δὲ Πρωτογένεια, ἐξ ἧς καὶ Διὸς
Ἀέθλιος. Ἕλληνος δὲ καὶ νύμφης Ὀρσηίδος Δῶρος
Ξοῦθος Αἴολος. αὐτὸς μὲν οὖν ἀφ’ αὑτοῦ τοὺς καλου-
μένους Γραικοὺς προσηγόρευσεν Ἕλληνας, τοῖς δὲ
παισὶν ἐμέρισε τὴν χώραν· καὶ Ξοῦθος μὲν λαβὼν τὴν
Πελοπόννησον ἐκ Κρεούσης τῆς Ἐρεχθέως Ἀχαιὸν
ἐγέννησε καὶ Ἴωνα, ἀφ’ ὧν Ἀχαιοὶ καὶ Ἴωνες καλοῦν-
ται, Δῶρος δὲ τὴν πέραν χώραν Πελοποννήσου λαβὼν
τοὺς κατοίκους ἀφ’ ἑαυτοῦ Δωριεῖς ἐκάλεσεν, Αἴολος
δὲ βασιλεύων τῶν περὶ τὴν Θεσσαλίαν τόπων τοὺς
ἐνοικοῦντας Αἰολεῖς προσηγόρευσε, καὶ γήμας Ἐναρέ-
την τὴν Δηιμάχου παῖδας μὲν ἐγέννησεν ἑπτά, Κρηθέα
Σίσυφον Ἀθάμαντα Σαλμωνέα Δηιόνα Μάγνητα Περι-
ήρην, θυγατέρας δὲ πέντε, Κανάκην Ἀλκυόνην Πεισι-
δίκην Καλύκην Περιμήδην.
|
Source |
P. Dräger (Hrsg, Üs. Komm.), Bibliotheke – Götter- und Heldensagen.
|
Source of translation | P. Dräger (Hrsg, Üs. Komm.), Bibliotheke – Götter- und Heldensagen. |
Instances | Str. 9,1,8; Str. 8,7,1; Paus. 7,1,2-4; Plb. 2,41,4f; Plb. 4,1,5; Apollod. 1,49 |
Descriptor | Genealogy, eponym hero Achaios, eponym hero Ion, eponym hero Doros |
Coverage | Thessaly |
Ethnic Groups | Dorians, Aeolians, Ionians, Achaeans |
Editor | Margit Offenmüller |
Permalink | https://gams.uni-graz.at/o:ethnos.328 |