Title | Anabasis |
Author | Xenophon |
Date | 4th Cen.B.C. |
Original text | Ἐπεὶ ταῦτα εἶπε, πολὺ πλείονες ἀνίσταντο λέγοντες ὡς δέοι αὐτὸν ἄρχειν. Ἀγασίας δὲ Στυμφάλιος εἶπεν ὅτι γελοῖον εἴη, εἰ οὕτως ἔχοι· <ἢ> ὀργιοῦνται Λακεδαιμόνιοι καὶ ἐὰν σύνδειπνοι συνελθόντες μὴ Λακεδαιμόνιον συμποσίαρχον αἱρῶνται; ἐπεὶ εἰ οὕτω γε τοῦτο ἔχει, ἔφη, οὐδὲ λοχαγεῖν ἡμῖν ἔξεστιν, ὡς ἔοικεν, ὅτι Ἀρκάδες ἐσμέν. |
Source | E. C. Marchant, Xenophontis opera omnia, Bd. 3. |
Source of translation | W. Müri, Xenophon: Anabasis. |
Descriptor | mentality |
Coverage | Arcadia |
Ethnic Groups | Arcadians |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.317 |