Original text |
οὐ γὰρ δὴ εὔλογον τὰς μὲν ἐκεῖ πόλεις ἀναστάτους ποιεῖν, τὰς δὲ ἐνθάδε κατοικίζειν, καὶ Λεοντίνων μὲν Χαλκιδέων ὄντων κατὰ τὸ ξυγγενὲς κήδεσθαι, Χαλκιδέας δὲ τοὺς ἐν Εὐβοίᾳ, ὧν οἵδε ἄποικοί εἰσι, δουλωσαμένους ἔχειν. […] ἡγεμόνες γὰρ γενόμενοι ἑκόντων τῶν τε Ἰώνων καὶ ὅσοι ἀπὸ σφῶν ἦσαν ξύμμαχοι ὡς ἐπὶ τοῦ Μήδου τιμωρίᾳ, τοὺς μὲν λιποστρατίαν, τοὺς δὲ ἐπ’ ἀλλήλους στρατεύειν, τοῖς δ’ ὡς ἑκάστοις τινὰ εἶχον αἰτίαν εὐπρεπῆ ἐπενεγκόντες κατεστρέψαντο.
|
Instances | D.S. 12,53,1; D.S. 12,54,1; D.S. 12,83,1-3; D.S. 13,30,6-7; Thuc. 3,86,2-3; Thuc. 4,64,3-4; Thuc. 4,61,2-4; Thuc. 6,6,1-2; Thuc. 6,9,1; Thuc. 6,46,2; Thuc. 6,50,4; Thuc. 6,82,2-3; Thuc. 6,84,2-3; Thuc. 7,5,4; Thuc. 6,57,1-58,3 |