Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Thuc. 1,2,6

TitleHistory of the Peloponnesian War
AuthorThucydides
Date5th, 4th Cen.B.C.
Original text ἀστασίαστον οὖσαν ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ αἰεί. καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστι διὰ τὰς μετοικίας ἐς τὰ ἄλλα μὴ ὁμοίως αὐξηθῆναι· ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος οἱ πολέμῳ ἢ στάσει ἐκπίπτοντες παρ’ Ἀθηναίους οἱ δυνατώτατοι ὡς βέβαιον ὂν ἀνεχώρουν, καὶ πολῖται γιγνόμενοι εὐθὺς ἀπὸ παλαιοῦ μείζω ἔτι ἐποίησαν πλήθει ἀνθρώπων τὴν πόλιν, ὥστε καὶ ἐς Ἰωνίαν ὕστερον ὡς οὐχ ἱκανῆς οὔσης τῆς Ἀττικῆς ἀποικίας ἐξέπεμψαν.
Source H. S. Jones, J. E. Powell, Thucydidis historiae, Bd. 1, Buch I-IV.
Source of translationP. Landmann, Thukydides: Geschichte des Peloponnesischen Krieges, Bd. 1, Buch I-IV.
Descriptorsettlement history
CoverageAttica, Ionia
Ethnic GroupsIonians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.283