Title | Menexenus |
Author | Plato |
Date | 4th Cen.B.C. |
Original text |
οὕτω δή τοι τό γε τῆς πόλεως γενναῖον καὶ ἐλεύθερον βέβαιόν τε καὶ ὑγιές ἐστιν καὶ φύσει μισοβάρβαρον, διὰ τὸ εἰλικρινῶς εἶναι Ἕλληνας καὶ ἀμιγεῖς βαρβάρων. οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδὲ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδὲ ἄλλοι πολλοὶ φύσει μὲν βάρβαροι ὄντες, νόμῳ δὲ Ἕλληνες, συνοικοῦσιν ἡμῖν, ἀλλ’ αὐτοὶ Ἕλληνες, οὐ μειξοβάρβαροι οἰκοῦμεν, ὅθεν καθαρὸν τὸ μῖσος ἐντέτηκε τῇ πόλει τῆς ἀλλοτρίας φύσεως.
|
Source |
J. Burnet, Platonis opera, Bd. 3.
|
Source of translation | F. Schleiermacher, Platon: Werke, Bd. 2. |
Instances | Hdt. 1,147-148,1 |
Descriptor | Autochthony, mentality |
Coverage | Athens |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.274 |