| Title | The Histories |
| Author | Herodotus |
| Date | 5th Cen.B.C. |
| Original text |
Οἰκέει δὲ τὴν Πελοπόννησον ἔθνεα ἑπτά. Τούτων δὲ τὰ μὲν δύο αὐτόχθονα ἐόντα κατὰ χώρην ἵδρυται νῦν τῇ καὶ τὸ πάλαι οἴκεον, Ἀρκάδες τε καὶ Κυνούριοι. Ἓν δὲ ἔθνος τὸ Ἀχαιϊκὸν ἐκ μὲν Πελοποννήσου οὐκ ἐξεχώρησε, ἐκ μέντοι τῆς ἑωυτῶν, οἰκέει δὲ τὴν ἀλλοτρίην. Τὰ δὲ λοιπὰ ἔθνεα τῶν ἑπτὰ τέσσερα ἐπήλυδά ἐστι, Δωριέες τε καὶ Αἰτωλοὶ καὶ Δρύοπες καὶ Λήμνιοι. Δωριέων μὲν πολλαί τε καὶ δόκιμοι πόλιες, Αἰτωλῶν δὲ Ἦλις μούνη, Δρυόπων δὲ Ἑρμιών τε καὶ Ἀσίνη ἡ πρὸς Καρδαμύλῃ τῇ Λακωνικῇ, Λημνίων δὲ Παρωρεῆται πάντες. Οἱ δὲ Κυνούριοι αὐτόχθονες ἐόντες δοκέουσι μοῦνοι εἶναι Ἴωνες, ἐκδεδωρίωνται δὲ ὑπό τε Ἀργείων ἀρχόμενοι καὶ τοῦ χρόνου <παριόντος>, ἐόντες Θυρεῆται καὶ οἱ περίοικοι.
|
| Source |
Ph.-E. Legrand, Hérodote. Histoires, Buch VIII.
|
| Source of translation | J. Feix, Herodot: Historien, Bd. 2, Buch VI-IX. |
| Descriptor | settlement history, autochthony |
| Coverage | Peloponnese |
| Ethnic Groups | Dorians, Aetolians, Dryopians |
| Editor | Anna Trattner-Handy |
| Permalink | https://gams.uni-graz.at/o:ethnos.201 |