Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 8,44,2

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text Ἀθηναῖοι μὲν πρὸς πάντας τοὺς ἄλλους παρεχόμενοι νέας ὀγδώκοντα καὶ ἑκατόν, μοῦνοι· ἐν Σαλαμῖνι γὰρ οὐ συνεναυμάχησαν Πλαταιέες Ἀθηναίοισι διὰ τοιόνδε τι πρῆγμα· ἀπαλλασσομένων τῶν Ἑλλήνων ἀπὸ τοῦ Ἀρτεμισίου, ὡς ἐγίνοντο κατὰ Χαλκίδα, οἱ Πλαταιέες ἀποβάντες ἐς τὴν περαίην τῆς Βοιωτίης χώρης πρὸς ἐκκομιδὴν ἐτράποντο τῶν οἰκετέων·οὗτοι μέν νυν τούτους σῴζοντες ἐλείφθησαν. Ἀθηναῖοι δὲ ἐπὶ μὲν Πελασγῶν ἐχόντων τὴν νῦν Ἑλλάδα καλεομένην ἦσαν Πελασγοί, ὀνομαζόμενοι Κραναοί, ἐπὶ δὲ Κέκροπος βασιλέος ἐπεκλήθησαν Κεκροπίδαι, ἐκδεξαμένου δὲ Ἐρεχθέος τὴν ἀρχὴν Ἀθηναῖοι μετωνομάσθησαν, Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχεω γενομένου Ἀθηναίοισι ἐκλήθησαν ἀπὸ τούτου Ἴωνες.
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch VIII.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 2, Buch VI-IX.
InstancesHdt. 1,57,1-3; Hdt. 2,51,2; Apollod. 3,177
DescriptorIon, eponym hero, tribal name
CoverageAthens
Ethnic GroupsPelasgians, Ionians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.194