Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 5,69

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text Ταῦτα μέν νυν ὁ Σικυώνιος Κλεισθένης ἐπεποιήκεε. Ὁ δὲ δὴ Ἀθηναῖος Κλεισθένης, ἐὼν τοῦ Σικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων, δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας, ἵνα μὴ σφίσι αἱ αὐταὶ ἔωσι φυλαὶ καὶ Ἴωσι, τὸν ὁμώνυμον Κλεισθένεα ἐμιμήσατο· ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον πάντων τότε πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο, τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλέονας ἐξ ἐλασσόνων· δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε, δέκαχα δὲ καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς. Ἦν τε τὸν δῆμον προσθέμενος πολλῷ κατύπερθε τῶν ἀντιστασιωτέων.
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch V.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 1, Buch I-V.
Descriptortribal name
CoverageAthens
Ethnic GroupsIonians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.180