Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 5,57

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text Οἱ δὲ Γεφυραῖοι, τῶν ἦσαν οἱ φονέες οἱ Ἱππάρχου, ὡς μὲν αὐτοὶ λέγουσι, ἐγεγόνεσαν ἐξ Ἐρετρίης τὴν ἀρχήν, ὡς δὲ ἐγὼ ἀναπυνθανόμενος εὑρίσκω, ἦσαν Φοίνικες τῶν σὺν Κάδμῳ ἀπικομένων Φοινίκων ἐς γῆν τὴν νῦν Βοιωτίην καλεομένην, οἴκεον δὲ τῆς χώρης ταύτης ἀπολαχόντες τὴν Ταναγρικὴν μοῖραν· Ἐνθεῦτεν δέ, Καδμείων πρότερον ἐξαναστάντων ὑπ’ Ἀργείων, οἱ Γεφυραῖοι οὗτοι δεύτερα ὑπὸ Βοιωτῶν ἐξαναστάντες ἐτράποντο ἐπ’ Ἀθηνέων· Ἀθηναῖοι δέ σφεας ἐπὶ ῥητοῖσι ἐδέξαντο σφέων αὐτῶν εἶναι πολιήτας, <οὐ> πολλῶν τεων καὶ οὐκ ἀξιαπηγήτων ἐπιτάξαντες ἔργεσθαι.
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch V.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 1, Buch I-V.
InstancesHdt. 5,61,2
Descriptorsettlement history
CoverageBoeotia, Athens
Ethnic GroupsGephyraeans, Boeotians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.175