Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 4,150,1-3

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text Μέχρι μέν νυν τούτου τοῦ λόγου Λακεδαιμόνιοι Θηραίοισι κατὰ ταὐτὰ λέγουσι, τὸ δὲ ἀπὸ τούτου μοῦνοι Θηραῖοι ὧδε γενέσθαι λέγουσι. Γρῖννος ὁ Αἰσανίου, ἐὼν Θήρα τούτου ἀπόγονος καὶ βασιλεύων Θήρης τῆς νήσου, ἀπίκετο ἐς Δελφοὺς ἄγων ἀπὸ τῆς πόλιος ἑκατόμβην· εἵποντο δέ οἱ καὶ ἄλλοι τῶν πολιητέων καὶ δὴ καὶ Βάττος ὁ Πολυμνήστου, ἐὼν γένος Εὐφημίδης τῶν Μινυέων.
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch IV.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 1, Buch I-V.
Descriptorsettlement history
CoverageThera
Ethnic GroupsMinyans
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.174