Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 4,145-148

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text Τῶν ἐκ τῆς Ἀργοῦς ἐπιβατέων παίδων παῖδες ἐξελασθέντες ὑπὸ Πελασγῶν τῶν ἐκ Βραυρῶνος ληισαμένων τὰς Ἀθηναίων γυναῖκας, ὑπὸ τούτων δὴ ἐξελασθέντες ἐκ Λήμνου οἴχοντο πλέοντες ἐς Λακεδαίμονα, […] οἱ δὲ τῷ ἀγγέλῳ εἰρωτῶντι ἔλεγον ὡς εἴησαν μὲν Μινύαι, παῖδες δὲ εἶεν τῶν ἐν τῇ Ἀργοῖ πλεόντων ἡρώων· προσσχόντας γὰρ τούτους ἐς Λῆμνον φυτεῦσαι σφέας. […] Οἱ δὲ ἔφασαν ὑπὸ Πελασγῶν ἐκβληθέντες ἥκειν ἐς τοὺς πατέρας· δικαιότατον γὰρ εἶναι οὕτω τοῦτο γίνεσθαι· […] Τὸν δὲ αὐτὸν τοῦτον χρόνον Θήρας […] ἔστελλε ἐς ἀποικίην ἐκ Λακεδαίμονος. […]Ἦσαν δὲ ἐν τῇ νῦν Θήρῃ καλεομένῃ νήσῳ, πρότερον δὲ Καλλίστῃ τῇ αὐτῇ ταύτῃ, ἀπόγονοι Μεμβλιάρου τοῦ Ποικίλεω ἀνδρὸς Φοίνικος. […] Ἐπὶ τούτους δὴ ὦν ὁ Θήρας λεὼν ἔχων ἀπὸ τῶν φυλέων ἔστελλε, συνοικήσων τούτοισι καὶ οὐδαμῶς ἐξελῶν αὐτοὺς ἀλλὰ κάρτα οἰκηιούμενος. Ἐπείτε δὲ καὶ οἱ Μινύαι ἐκδράντες ἐκ τῆς ἐρκτῆς ἵζοντο ἐς τὸ Τηύγετον, τῶν Λακεδαιμονίων βουλευομένων σφέας ἀπολλύναι, παραιτέεται ὁ Θήρας ὅκως μήτε φόνος γένηται, αὐτός τε ὑπεδέκετό σφεας ἐξάξειν ἐκ τῆς χώρης. Συγχωρησάντων δὲ τῇ γνώμῃ τῶν Λακεδαιμονίων, […].
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch IV.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 1, Buch I-V.
Descriptorsettlement history
CoveragePeloponnese
Ethnic GroupsMinyans, Pelasgians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.173