| Title | The Histories |
| Author | Herodotus |
| Date | 5th Cen.B.C. |
| Original text |
Καὶ τῆς Δήμητρος τελετῆς πέρι, τὴν οἱ Ἕλληνες Θεσμοφόρια καλέουσι, καὶ ταύτης μοι πέρι εὔστομα κείσθω, πλὴν ὅσον αὐτῆς ὁσίη ἐστὶ λέγειν· αἱ Δαναοῦ θυγατέρες ἦσαν αἱ τὴν τελετὴν ταύτην ἐξ Αἰγύπτου ἐξαγαγοῦσαι καὶ διδάξασαι τὰς Πελασγιώτιδας γυναῖκας· μετὰ δὲ ἐξαναστάσης [πάσης] Πελοποννήσου ὑπὸ Δωριέων ἐξαπώλετο ἡ τελετή, οἱ δὲ ὑπολειφθέντες Πελοποννησίων καὶ οὐκ ἐξαναστάντες Ἀρκάδες διέσῳζον αὐτὴν μοῦνοι.
|
| Source |
Ph.-E. Legrand, Hérodote. Histoires, Buch II.
|
| Source of translation | J. Feix, Herodot: Historien, Bd. 1, Buch I-V. |
| Descriptor | Thesmophoria, feast, settlement history |
| Coverage | Peloponnese |
| Ethnic Groups | Dorians, Pelasgians, Arcadians |
| Editor | Anna Trattner-Handy |
| Permalink | https://gams.uni-graz.at/o:ethnos.169 |