Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 1,82,7-8

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text Τέλους δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο· πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι. Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς, πρότερον ἐπάναγκες κομῶντες, ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν, πρὶν Θυρέας ἀνασώσωνται. Λακεδαιμόνιοι δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον· οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν.
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch I.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 1, Buch I-V.
Descriptorheaddress
CoveragePeloponnese
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.168