Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 1,146,2-147,1

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text Οἱ δὲ αὐτῶν ἀπὸ τοῦ πρυτανηίου τοῦ Ἀθηναίων ὁρμηθέντες καὶ νομίζοντες γενναιότατοι εἶναι Ἰώνων, οὗτοι δὲ οὐ γυναῖκας ἠγάγοντο ἐς τὴν ἀποικίην ἀλλὰ Καείρας ἔσχον, τῶν ἐφόνευσαν τοὺς γονέας. Διὰ τοῦτον δὲ τὸν φόνον αἱ γυναῖκες αὗται νόμον θέμεναι σφίσι αὐτῇσι ὅρκους ἐπήλασαν καὶ παρέδοσαν τῇσι θυγατράσι μή κοτε ὁμοσιτῆσαι τοῖσι ἀνδράσι μηδὲ οὐνόματι βῶσαι τὸν ἑωυτῆς ἄνδρα, τοῦδε εἵνεκα ὅτι ἐφόνευσαν σφέων τοὺς πατέρας καὶ ἄνδρας καὶ παῖδας καὶ ἔπειτε ταῦτα ποιήσαντες αὐτῇσι συνοίκεον. Ταῦτα δὲ ἦν γινόμενα ἐν Μιλήτῳ.
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch I.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 1, Buch I-V.
InstancesHdt. 1,146,1-2
Descriptorsettlement history
CoverageAthens, Miletus
Ethnic GroupsIonians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.160