Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 1,145

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text Δυώδεκα δέ μοι δοκέουσι πόλις ποιήσασθαι οἱ Ἴωνες καὶ οὐκ ἐθελῆσαι πλέονας ἐσδέξασθαι τοῦδε εἵνεκα, ὅτι καὶ ὅτε ἐν Πελοποννήσῳ οἴκεον δυώδεκα ἦν αὐτῶν μέρεα, κατά περ νῦν Ἀχαιῶν τῶν ἐξελασάντων Ἴωνας δυώδεκά ἐστι μέρεα, Πελλήνη μέν γε πρώτη πρὸς Σικυῶνος, μετὰ δὲ Αἴγειρα καὶ Αἰγαί, ἐν τῇ Κρᾶθις ποταμὸς αἰείναός ἐστι, ἀπ’ ὅτεο ὁ ἐν Ἰταλίῃ ποταμὸς τὸ οὔνομα ἔσχε, καὶ Βοῦρα καὶ Ἑλίκη, ἐς τὴν κατέφυγον Ἴωνες ὑπὸ Ἀχαιῶν μάχῃ ἑσσωθέντες, καὶ Αἴγιον καὶ Ῥύπες καὶ Πατρέες καὶ Φαρέες καὶ Ὤλενος, ἐν τῷ Πεῖρος ποταμὸς μέγας ἐστί, καὶ Δύμη καὶ Τριταιέες, οἳ μοῦνοι τούτων μεσόγαιοι οἰκέουσι. Ταῦτα δυώδεκα μέρεα νῦν Ἀχαιῶν ἐστι καὶ τότε γε Ἰώνων ἦν.
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch I.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 1, Buch I-V.
InstancesHdt. 7,94; Str. 8,7,1; Paus. 2,18,6-9; Paus. 4,3,3-5; Paus. 7,1,7-9; Paus. 7,2,1-4
Descriptorsettlement history
CoveragePeloponnese
Ethnic GroupsIonians, Achaeans
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.158