Title | Bibliotheca historica |
Author | Diodorus Siculus |
Date | 1st Cen.B.C. |
Original text |
Τληπόλεμον δὲ τὸν Ἡρακλέους ἐν Ἄργει κατοικοῦντα λέγουσιν ἀνελεῖν Λικύμνιον τὸν Ἠλεκτρύωνος ἐρίσαντα περί τινων, διὰ δὲ τὸν φόνον τοῦτον ἐξ Ἄργους φυγόντα εἰς Ῥόδον μετοικῆσαι· τὴν δὲ νῆσον ταύτην τότε κατῴκουν Ἕλληνες οἱ ὑπὸ Τριόπα τοῦ Φόρβαντος κατοικισθέντες. τὸν δ’ οὖν Τληπόλεμον κοινῇ μετὰ τῶν ἐγχωρίων τριμερῆ ποιῆσαι τὴν Ῥόδον, καὶ τρεῖς ἐν αὐτῇ καταστῆσαι πόλεις, Λίνδον, Ἰήλυσον, Κάμειρον· βασιλεῦσαι δ’ αὐτὸν πάντων τῶν Ῥοδίων διὰ τὴν τοῦ πατρὸς Ἡρακλέους δόξαν, καὶ κατὰ τοὺς ὕστερον χρόνους μετ’ Ἀγαμέμνονος ἐπὶ τὴν Τροίαν στρατεῦσαι.
|
Source |
F. Vogel (nach I. Bekker, L. Dindorf), Diodori bibliotheca historica, Bd. 1, Buch I-IV.
|
Source of translation | G. Wirth, O. Veh, Diodoros: Griechische Weltgeschichte, Bd. 1/II, Buch I-X. |
Instances | D.S. 5,59,5-6; D.S. 5,60,2 |
Descriptor | Heraclides, settlement history |
Coverage | Argos, Rhodes |
Ethnic Groups | Dorians |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.136 |