Title | Bibliotheca historica |
Author | Diodorus Siculus |
Date | 1st Cen.B.C. |
Original text |
ποιησάντων δὲ τῶν Κορινθίων τὸ προσταχθέν, φασὶ Θετταλὸν μὲν τὸν διαφυγόντα τὸν ἀπὸ τῆς μητρὸς φόνον ἐν Κορίνθῳ τραφέντα μετὰ ταῦτα ἐπανελθεῖν εἰς Ἰωλκόν, οὖσαν Ἰάσονος πατρίδα· ἐν ᾗ καταλαβόντα προσφάτως Ἄκαστον τὸν Πελίου τετελευτηκότα παραλαβεῖν κατὰ γένος προσήκουσαν τὴν βασιλείαν, καὶ τοὺς ὑφ’ ἑαυτὸν τεταγμένους ἀφ’ ἑαυτοῦ προσαγορεῦσαι Θετταλούς. οὐκ ἀγνοῶ δὲ διότι περὶ τῆς τῶν Θετταλῶν προσηγορίας οὐ ταύτην μόνην τὴν ἱστορίαν, ἀλλὰ καὶ διαφώνους ἑτέρας παραδεδόσθαι συμβέβηκε, περὶ ὧν ἐν οἰκειοτέροις μνησθησόμεθα καιροῖς.
|
Source |
F. Vogel (nach I. Bekker, L. Dindorf), Diodori bibliotheca historica, Bd. 1, Buch I-IV.
|
Source of translation | G. Wirth, O. Veh, Diodoros: Griechische Weltgeschichte, Bd. 1/II, Buch I-X. |
Descriptor | Thessalos, eponym hero, tribal name |
Coverage | Thessaly |
Ethnic Groups | Thessalians |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.131 |