Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Arist. Mir. 845b

TitleMirabilia
AuthorAristotle
Date4th Cen.B.C.
Original text Ἐν Θεσσαλίᾳ φασὶ τὸν ἱερὸν καλούμενον ὄφιν πάντας ἀπολλύειν, οὐ μόνον ἐὰν δάκῃ, ἀλλὰ καὶ ἐὰν θίγῃ. διὸ καὶ ὅταν φανῇ καὶ τὴν φωνὴν ἀκούσωσι (φαίνεται δὲ σπανίως), φεύγουσι καὶ οἱ ὄφεις καὶ οἱ ἔχεις καὶ τἆλλα πάντα θηρία. τῷ δὲ μεγέθει οὐκ ἔστι μέγας ἀλλὰ μέτριος. ἐν Τήνῳ δέ ποτέ φασιν αὐτὸν τῇ πόλει κατὰ Θετταλίαν ἀναιρεθῆναι ὑπὸ γυναικός, γενέσθαι δὲ τὸν θάνατον τοιόνδε. γυναῖκα κύκλον γράψασαν καὶ τὰ φάρμακα θεῖσαν εἰσβῆναι εἰς τὸν κύκλον, αὐτὴν καὶ τὸν υἱόν, εἶτα μιμεῖσθαι τὴν φωνὴν τοῦ θηρίου· τὸ δ’ ἀντᾴδειν καὶ προσιέναι. ᾄδοντος δὲ καταδαρθεῖν τὴν γυναῖκα, καὶ ἐγγυτέρω προσιόντος μᾶλλον, ὥστε μὴ δύνασθαι κρατεῖν τοῦ ὕπνου. τὸν δ’ υἱὸν παρακαθήμενον ἐγείρειν τύπτοντα, κελευούσης ἐκείνης, καὶ λέγειν ὅτι ἐὰν μὲν καθυπνώσῃ, ἀπολεῖται καὶ αὐτὴ καὶ ἐκεῖνος, ἐὰν δὲ βιάσηται καὶ προσαγάγηται τὸ θηρίον, σωθήσονται. ὡς δὲ προσῆλθεν ὁ ὄφις εἰς τὸν κύκλον, αὖον εὐθὺς γενέσθαι αὐτόν.
Source I. Bekker, Aristotelis opera, Bd. 2.
Source of translationH. Flashar, Aristoteles: Mirabilia, Bd. 18/II.
InstancesArist. Mir. 832a; Arist. Mir. 846b.
Descriptorcult
CoverageThessaly
Ethnic GroupsThessalians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.101