Title | Geography |
Author | Strabo |
Date | 1st Cen.B.C.-1st Cen.A.D. |
Original text |
οἱ δὲ Θρᾷκες καὶ Ἰλλυριοὶ
καὶ Ἠπειρῶται καὶ μέχρι νῦν ἐν πλευραῖς εἰσιν· ἔτι
μέντοι μᾶλλον πρότερον ἢ νῦν, ὅπου γε καὶ τῆς ἐν τῷ
παρόντι Ἑλλάδος ἀναντιλέκτως οὔσης τὴν πολλὴν οἱ
βάρβαροι ἔχουσι, Μακεδονίαν μὲν Θρᾷκες καί τινα
μέρη τῆς Θετταλίας, Ἀκαρνανίας δὲ καὶ Αἰτωλίας [τὰ]
ἄνω Θεσπρωτοὶ καὶ Κασσωπαῖοι καὶ Ἀμφίλοχοι καὶ
Μολοττοὶ καὶ Ἀθαμᾶνες, Ἠπειρωτικὰ ἔθνη.
|
Source |
S. Radt, Strabons Geographika, Bd. 2, Buch V-VIII.
|
Source of translation | S. Radt, Strabons Geographika, Bd. 2, Buch V-VIII. |
Descriptor | Settlement history |
Coverage | Thessaly, Acarnania |
Ethnic Groups | Thracians, Illyrians, Epirotes |
Editor | Margit Offenmüller |
Permalink | https://gams.uni-graz.at/o:ethnos.385 |