Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Str. 9,2,3 = 401,14

TitleGeography
AuthorStrabo
Date1st Cen.B.C.-1st Cen.A.D.
Original text Ἡ δ’ οὖν Βοιωτία πρότερον μὲν ὑπὸ βαρβάρων ᾠκεῖτο Ἀόνων καὶ Τεμμίκων ἐκ τοῦ Σουνίου πεπλα- νημένων καὶ Λελέγων καὶ Ὑάντων· εἶτα Φοίνικες ἔσχον οἱ μετὰ Κάδμου, ὃς τήν τε Καδμείαν ἐτείχισε καὶ τὴν ἀρχὴν τοῖς ἐκγόνοις ἀπέλιπεν. ἐκεῖνοι δὲ τὰς Θήβας τῇ Καδμείᾳ προσέκτισαν, καὶ συνεφύλαξαν τὴν ἀρχὴν ἡγούμενοι τῶν πλείστων Βοιωτῶν ἕως τῆς τῶν Ἐπιγόνων στρατείας. κατὰ δὲ τούτους ὀλίγον χρόνον ἐκλιπόντες τὰς Θήβας ἐπανῆλθον πάλιν· ὡς δ’ αὕτως ὑπὸ Θρᾳκῶν καὶ Πελασγῶν ἐκπεσόντες ἐν Θετταλίᾳ συνεστήσαντο τὴν ἀρχὴν μετὰ Ἀρναίων ἐπὶ πολὺν χρόνον, ὥστε καὶ Βοιωτοὺς κληθῆναι πάντας. εἶτ’ ἀνέστρεψαν εἰς τὴν οἰκείαν, ἤδη τοῦ Αἰολικοῦ στόλου παρεσκευασμένου περὶ Αὐλίδα τῆς Βοιωτίας, ὃν ἔστελ- λον εἰς τὴν Ἀσίαν οἱ Ὀρέστου παῖδες. προσθέντες δὲ τῇ Βοιωτίᾳ τὴν Ὀρχομενίαν (οὐ γὰρ ἦσαν κοινῇ πρό- τερον, οὐδ’ Ὅμηρος μετὰ Βοιωτῶν αὐτοὺς κατέλεξεν ἀλλ’ ἰδίᾳ, Μινύας προσαγορεύσας) μετ’ ἐκείνων ἐξέ- βαλον τοὺς μὲν Πελασγοὺς εἰς Ἀθήνας, ἀφ’ ὧν ἐκλή- θη μέρος τι τῆς πόλεως Πελασγικόν (ᾤκησαν δὲ ὑπὸ τῷ Ὑμηττῷ), τοὺς δὲ Θρᾷκας ἐπὶ τὸν Παρνασσόν. Ὕαντες δὲ τῆς Φωκίδος Ὕαν πόλιν ᾤκισαν.
Source S. Radt, Strabons Geographika, Bd. 3, Buch IX-XIII.
Source of translationS. Radt, Strabons Geographika, Bd. 3, Buch IX-XIII.
DescriptorSettlement history
CoverageBoeotia
Ethnic GroupsBoiotians
EditorMargit Offenmüller
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.360